Ancient Greek
549.3
Clearchus, Fragmenta 549.3
Unproofread scanNot analysed yet
5. Οὕτως δὲ τῶν ὅλων συνεστηκότων ἐπανελθόντα Βήλον σχῖσαι τὴν γυναῖκα μέσῃν, καὶ τὸ μὲν ἡμισυ αὐτῆς ποιῆσαι γῆν, τὸ δὲ ἄλλο ἡμισυ οὐρανόν, καὶ τὰ ἐν αὐτῇ ζῷα ἀφανίσαι. Ἀλληγορικῶς δὲ φησι τοῦτο πεφυσιολογηθῆναι. Ὑγροῦ γὰρ ὄντος τοῦ παντὸς καὶ ζώων ἐν αὐτῷ γεγεννημένων, τούτων τὸν θεὸν ἀφελόντα τὴν ἑαυτῷ κεφαλήν, καὶ τὸ βυὲν αἷμα τοὺς ἄλλους θεοὺς φυρᾶσαι τῇ γῇ, καὶ διαπλάσαι τοὺς ἀνθρώπους· δι’ ὧν νοερὸς τε εἶναι καὶ φρονήσεως θείας μετέχειν.