Ancient Greek
557.1
Clearchus, Fragmenta 557.1
Unproofread scanNot analysed yet
Ad §4 cf. Syncell. p. 210, B: Τοῦτον (Ναβοπαλάσαρον τὸν πατέρα τοῦ Ναβουχοδονόσωρ) ὁ Πολύιστωρ Ἀλέξανδρος Σαρδανάπαλλον καλεῖ πέμψαντα πρὸς Ἀστυάγην σάτραπην Μηδίας καὶ τὴν θυγατέρα αὐτοῦ Ἀμιύτην (Ἀωμίτην Goar.) λαβόντα νύμφην εἰς τὸν υἱὸν αὐτοῦ Ναβουχοδονόσωρ. Οὗτος στρατηγὸς ὑπὸ Σάραχος τοῦ Χαλδαίων βασιλέως σταλείς, κατὰ τοῦ αὐτοῦ Σάραχος εἰς Νίνον ἐπιστρατεύει· οὗ τὴν ἔξοδον πτοηθείς ὁ Σάραχος ἑαυτὸν σὺν τοῖς βασιλείοις ἐνέπρησε, καὶ τὴν ἀρχὴν Χαλδαίων καὶ Βαβυλῶνος παρέλαβεν ὁ αὐτὸς Ναβοπαλάσαρος, ὁ τοῦ Ναβουχοδονόσωρ πατήρ.