Ancient Greek
559.1
Clearchus, Fragmenta 559.1
Unproofread scanNot analysed yet
τῶν, κυριεύσας ὁλοκλήρου τῆς πατρικῆς ἀρχῆς, τοῖς μὲν αἰχμαλώτοις παραγενομένοις συνέταξεν ἀποικίας ἐν τοῖς ἐπιτηδευτάτοις τῆς Βαβυλωνίας τόποις ἀποδεῖξαι, αὐτὸς δ' ἀπὸ τῶν ἐκ τοῦ πολέμου λαφύρων τό τε τοῦ Βήλου ἱερὸν καὶ τὰ λοιπὰ κοσμήσας φιλοτίμως, τὴν τε ὑπάρχουσαν ἐξ ἀρχῆς πόλιν ἀνακαινίσας καὶ ἑτέραν καταχαρασιάζμενος πρὸς τὸ μηκέτι δύνασθαι τοὺς πολιορκούντας τὸν ποταμὸν ἀναστρέφοντας ἐπὶ τὴν πόλιν κατασκευάζειν, ὑπερέβαλετο τρεῖς μὲν τῆς ἔνδον πόλεως περιόδους, τρεῖς δὲ τῆς ἔξω, τοῦτο δὲ τοὺς μὲν ἐξ ὧπτης πλίνθου καὶ ἀσφάλτου, τοὺς δὲ ἐξ αὐτῆς τῆς πλίνθου. Καὶ τευχίσας ἀξιολόγως τὴν πόλιν καὶ τοὺς πολίτας κοσμήσας ἱσοπρεπῶς προσκατεσκεύαζε τοῖς πατρικοῖς βασιλείοις ἑτέρα βασιλεία ἐχόμενα αὐτῶν· ὧν τὸ μὲν ἀνάστημα καὶ τὴν λοιπὴν πολυτελείαν περισσὸν ἴσως ἂν εἴη λέγειν, πλὴν ὡς ὄντα μεγάλα καὶ ὑπερήφανα συνετελέσθη ἡμέραις πεντεκαίδεκα. Ἐν δὲ τοῖς βασιλείοις τούτοις ἀναλήμματα λίθινα ἀνοικοδομήσας καὶ τὴν ὀψὴν ἀποδοὺς ὁμοιότατάν τοῖς ὄρεσι καταρτυεύσας δένδρεσι παντοδαποῖς, ἐξεργάσατο, καὶ κατεσκεύασε τὸν καλούμενον κρεμαστὸν παράδεισον, διὰ τὸ τὴν γυναῖκα αὐτοῦ ἐπιθυμεῖν τῆς οἰκείας διαθέσεως, ὡς τετραμμένην ἐν τοῖς κατὰ Μηδίαν τόποις. »