Ancient Greek
559.2
Clearchus, Fragmenta 559.2
Unproofread scanNot analysed yet
Ταῦτα μὲν οὕτως ἱστόρησε περὶ τοῦ προειρημένου βασιλέως, καὶ πολλὰ πρὸς τούτοις ἐν τῇ τρίτῃ βίβλῳ τῶν Χαλδαϊκῶν, ἐν ᾗ μέμφεται τοῖς Ἕλλησιν συγγραφεῦσιν ὡς μάτην οἰόμενος ὑπὸ Σεμιράμews τῆς Ἀσσυρίας κτισθῆναι τὴν Βαβυλῶνα, καὶ τὰ θαυμάσια κατασκευασθῆναι περὶ αὐτὴν ὑπ' ἐκείνης ἔργα ψευδῶς γεγραφόσι. Καὶ κατὰ ταῦτα τὴν μὲν τῶν Χαλδαίων γραφὴν ἀξιόπιστον ἠγείτο, οὐ μὴν ἀλλὰ καὶ τοῖς ἀρχείοις τῶν Φοινίκων σύμφωνα τοῖς ὑπὸ Βηρωσοῦ λεγομένοις ἀναγέγραπται περὶ τοῦ τῶν Βαβυλωνίων βασιλέως, ὅτι καὶ τὴν Φοινίκην ἅπασαν ἐκεῖνος κατεστρέφει. Περὶ τούτων γοῦν συμφωνεῖ καὶ Φιλόστρατος ἐν ταῖς Ἱστορίαις, μεμνημένος τῆς Τύρου πολιορχίας, καὶ Μεγασθένης ἐν τῇ τετάρτῃ τῶν Ἰνδικῶν, δι' ἧς ἀποφαίνειν πειρᾶται τὸν προειρημένον βασιλέα τῶν Βαβυλωνίων Ἡρακλέους ἀνδρεία καὶ μεγέθει πράξεων διενγχοῦναι· καταστρέφειν γὰρ αὐτὸν φησι καὶ Λιβύαν τὴν πολλὴν καὶ Ἰβηρίαν. Τὰ δὲ περὶ τοῦ ναοῦ προειρημένα τοῦ ἐν Ἱεροσολύμοις, ὅτι κατεπρήσθη μὲν ὑπὸ τῶν Βαβυλωνίων ἐπιστρατευσάντων, ἠρᾶτο δὲ πάλιν ἀνοικοδομεῖσθαι Κύρου τῆς Ἀσίας τὴν βασιλείαν παρεληφστος, ἐκ τῶν Βηρωσοῦ σαφῶς ἐπιδειγθήσεται παρατελέντων. Λέγει γὰρ οὕτω διὰ τῆς τρίτης· «Ναβουχοδονόσορος μὲν οὖν μετὰ τὸ ἀρξασθαι τοῦ προειρημένου τεύχους ἐμπεσὼν εἰς ἀρρωστίαν μετηλλάξατο τὸν βίον, βεβασίλευκὼς ἔτη τεσσαράκοντα τρία. Τῆς δὲ βασιλείας κύριος ἐγένετο ὁ υἱὸς αὐτοῦ Εὐεὺλμαρσάδοχος. Οὗτος προστάς τῶν πραγμάτων ἀνόμως καὶ ἀσελγῶς, ἐπιβουλευθεὶς ὑπὸ τοῦ τὴν ἀδελφὴν ἔχοντος αὐτοῦ Νηριγλισσορόρου ἀνῃρέθη, βασιλεύσας ἔτη δύο. Μετὰ δὲ τὸ ἀναῖρεθῆναι τοῦτον διαδεξάμενος τὴν ἀρχὴν ὁ ἐπιβουλευσάς αὐτῷ Νηριγλισσορόρος ἐδασίλευσεν ἔτη τέσσαρα. Τοῦτου υἱὸς Λαβοροσοάρχος ἐκυρίευσε μὲν τῆς βασιλείας παῖς ὤν μῆνας ἐννέα, ἐπιβουλευθεὶς δὲ, διὰ τὸ πολλὰ ἐμπαίνειν κακότη,