Ancient Greek
Section 112
Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita 112
Not analysed yet
Καὶ ὁ γέρων τοῦ λέγειν ἤρξατο οὕτως· θαλάσσῃ ὑμᾶς λελουμένους εἰς τὸν ἀπόκρυφον τόπον ὑποχωρήσαντας ἰδὼν, προσελθὼν λάθρα κατεσκόπουν τὸ τί ἂν ἐν κρυφαίῳ εἰσιόντες πράττοιτε, καὶ ἐπειδὴ εὐχομένους εἶδον, ὑπεχώρησα· ἐλεήσας δὲ ὑμᾶς ἀνέμεινα, ὅπως ἐξιοῦσιν προσομιλήσας πείσω μὴ ἀπατᾶσθαι. οὔτε γὰρ θεός ἐστιν, οὔτε πρόνοια, ἀλλὰ γενέσει τὰ πάντα ὑπόκειται, ὡς ἐγὼ ἐφ’ οἷς πέπονθα πεπληροφόρημαι ἐκ πολλοῦ ἀκριβῶν τὸ μάθημα. μὴ οὖν ἀπατῶ. εἴτε γὰρ εὔχῃ, εἴτε μὴ, τὰ ἐκ τῆς γενέσεως παθεῖν ἀνάγκην ἔχεις αἱ γὰρ εὐχαὶ εἰ ἐδύναντό τι ἢ τὸ εὐποιεῖν, αὐτὸς ἂν ἐν τοῖς κρείττοσιν ἤμην· καὶ νῦν, εἰ μή σε ἀπατᾷ ἡ πενιχρά μου αὕτη ἐσθὴς, οὐκ ἀπιστήσεις οἷς λέγω. ἐν πολλῇ βίου ποτὲ ὢν περιουσίᾳ πολλὰ καὶ θεοῖς ἔθυον, καὶ δεομένοις παρεῖχον, καὶ ὅμως εὐχόμενός τε καὶ εὐσεβῶν τὴν πεπρωμένην ἐκφυγεῖν οὐκ ἠδυνήθην. κἀγὼ ἔφην· τίνα ἐστιν, ἃ πέπονθας; ὁ δὲ ἀπεκρίνατο· οὐκ ἀνάγκη λέγειν νῦν, ἴσως δὲ ἐπὶ τέλει ἀκούσῃ, τίς τε ὢν ἐγὼ καὶ τίνων καὶ ἐν ποίαις βίου περιστάσεσι γέγονα. νῦν δὲ, ὅτι γενέσει τὰ πάντα ὑπόκειται, πληροφορηθῆναί σε θέλω.