Ancient Greek
Section 113
Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita 113
Not analysed yet
Κἀγὼ ἔφην· εἰ γενέσει τὰ πάντα ὑπόκειται, καὶ τοῦτο οὕτως ἔχον πεπληροφόρησαι, σεαυτῷ ἐναντία νοῶν συμβουλεύεις. εἰ μὲν γὰρ παρὰ γένεσιν οὐ δυνατὸν οὐδὲ τὸ φρονεῖν, τί ματαιοπονεῖς, συμβουλεύων γενέσθαι ὃ γενήσεσθαι ἀδύνατόν ἐστιν; ἀλλ’ ἔτι μὴν εἰ γένεσις ὑφέστηκεν, μὴ σπεῦδε πείθειν ἐμὲ μὴ σέβειν τὸν καὶ τῶν ἄστρων δεσπότην, οὗ θέλοντος μὴ γενέσθαι τι, γενέσθαι ἀδύνατον. ἀεὶ γὰρ τὸ ὑποκείμενον τῷ ἡγουμένῳ πείθεσθαι ἀνάγκην ἔχοι. τὸ μέντοι τοὺς νομιζομένους θεοὺς σέβειν, γενέσεως ἐπικρατούσης, περιττόν ἐστιν. οὔτε γὰρ παρὰ τὸ δοκοῦν τῇ πεπρωμένῃ [τι] γίνεται, οὔτε αὐτοί τι ποιεῖν δύνανται, τῇ καθόλου αὐτῶν ὑποκείμενοι γενέσει. εἰ γένεσις ἔστιν, ἀντίκειται τὸ μὴ πρῶτον ἄρχειν· ἢ ὑποκεῖσθαι οὐ δύναται τὸ ἀγέννητον ὡς ἀγέννητον ἑαυτοῦ πρεσβύτερον μηδὲν ἔχον.