Ancient Greek
Section 114
Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita 114
Not analysed yet
Τοιαῦτα πρὸς ἀλλήλους λεγόντων ἡμῶν πολὺς παρέστη ὄχλος. καὶ τότε ἐγὼ εἰς τὸν ὄχλον ἀποβλέπων ἔφην· ἐγὼ καὶ τὸ ἐμὸν φῦλον ἐκ προγόνων θεὸν σέβειν παρειληφὼς καὶ παράγγελμα ἔχων γενέσει μὴ προσανέχειν, λέγω δὴ τῷ τῆς ἀστρολογίας μαθήματι· διὰ τοῦτο οὐ προσέσχον. ὅθεν ἀστρολογίας μὲν οὐκ εἰμὶ ἔμπειρος· ὧν δέ εἰμι, ὑφηγήσομαι. ἐπειδὴ γένεσιν ἀπ’ αὐτῆς τῆς κατὰ γένεσιν ἐπστήμης ἀνασκευάζειν οὐ δύναμαι, βούλομαι ἄλλῳ τρόπῳ ἀποδεῖξαι, ὅτι κατὰ πρόνοιαν διοικεῖται τὰ πράγματα, καὶ ἕκαστος πρὸς ἃ πράττει, τιμῆς ἢ κολάσεως τεύξεται· εἴτε δὲ νῦν, εἴτε αὖθις, οὐθέν μοι διαφέρει, πλὴν ὅτι πάντως ἀπολαύσει ἕκαστος ὧν ἔπραξεν. ἡ δὲ ἀπόδειξις τοῦ μὴ εἶναι γένεσιν ἔστιν αὕτη. τῶν παρεστότων εἴ τις ὀφθαλμῶν ἐστέρηται, ἢ κυλλὴν τὴν χεῖρα ἔχει, ἢ χωλὸν τὸν πόδα, ἢ ἕτερόν τι περὶ τὸ σῶμα, ὃ ὑποστροφὴν πρὸς ἴασιν πάλιν οὐκ ἔχει, καὶ παντὸς ἰαματικοῦ ἐπαγγέλματος ἐκτός ἐστιν· ὃν οὐδὲ ἀστρολόγοι ἰάσεσθαι ἐπαγγέλλονται, ὅτι μὴ ἀπὸ τοῦ μακροῦ αἰῶνος τοιοῦτόν τι γέγονεν· ἐγὼ δὲ θεοῦ δεηθεὶς τὴν ἴασιν παρέξω, ὁπότε ἐκ γενέσεως κατόρθωσιν τὸ τοιοῦτον οὐδέποτε λαβεῖν ἠδυνήθη. τούτου οὕτως γενομένου, οὐχ ἁμαρτάνουσιν οἱ τὸν πάντα δημιουργήσαντα θεὸν βλασφημοῦντες; καὶ ὁ γέρων ἀπεκρίνατο· βλασφημεῖν γάρ ἐστι τὸ λέγειν γενέσει ὑποκεῖσθαι τὰ πάντα; κἀγὼ ἀπεκρινάμην· καὶ πάνυ. εἰ γὰρ πᾶσαι αἱ τῶν ἀνθρώπων ἁμαρτίαι καὶ ἀσέβειαι καὶ ἀσέλγειαι ἐξ ἀστέρων γίνονται, οἱ δὲ ἀστέρες ταῦτα ποῖειν ὑπὸ θεοῦ ἐτάγησαν, ἵνα πάντων χαλεπῶν ἀποτελεστικοὶ γένωνται, αἱ πάντων ἁμαρτίαι εἰς αὐτὸν ἀναφέρονται τὸν τὴν γένεσιν θέντα ἐν τοῖς ἄστροις.