Ancient Greek
Section 116
Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita 116
Not analysed yet
Κἀγὼ ἀπεκρινάμην· πῶς γινώσκεις, ὅτι ἡ φυγοῦσα ἐπ’ ἀλλοδαπῆ γενομένη τὸν δοῦλον ἔγημεν καὶ γήμασα ἐτελεύτησεν; καὶ ὁ γέρων· ἀσφαλῶς οἶδα τὰ ἀληθῆ, οὐχ ὅτι ἔγημεν, ὁπότε οὐδὲ ὅτι ἤρα ἐγίνωσκον. ἀλλὰ μετὰ τὴν αὐτῆς ἀπαλλαγὴν ὁ ἀδελφὸς τοῦ ἀνδρὸς αὐτῆς ἐμοὶ διηγήσατο πάντα τὰ κατὰ τὸν αὐτῆς ἔρωτα, καὶ ὡς σεμνὸς ὢν, ἅτε δὴ καὶ ἀδελφὸς, οὐκ ἠβουλήθη μιᾶναι τὴν κοίτην, καὶ πῶς βουλομένη καὶ αἰδουμένη αὐτὸν καὶ τὸν ψόγον ἡ τάλαινα (οὐκ ἔστιν γὰρ αὐτὴ μέμψασθαι, ὅτι ἐκ γενέσεως ταῦτα ποιεῖν καὶ πάσχειν ἠναγκάζετο) ὄνειρον εἴτε ἀληθῆ, εἴτε ψευδῆ ἐπλάσατο, οὐκ ἔχω λέγειν. ἔλεγεν γὰρ αὐτὴν εἰρηκέναι, ὡς ὅτι ἐν ὁράματι ἐπιστάς τις ἐκέλευσέν μοι, ἅμα τέκνοις ἐξαυτῆς τὴν Ῥωμαίων ἐκβῆναι πόλιν. ὁ δὲ ἀνὴρ σώζεσθαι αὐτὴν σὺν τοῖς υἱοῖς σπεύδων αὐτίκα αὐτοὺς παιδευθησομένους εἰς τὰς Ἀθήνας ἐξέπεμψεν σὺν τῇ μητρὶ καὶ δούλοις, τρίτον δὲ υἱὸν ἔχων ἔσχεν παρ’ ἑαυτῷ, ὡς δὴ τοῦ χρηματίσαντος κατ’ ὄναρ συνεῖναι αὐτὸν αὐτῷ ἐπιτρέψαντος. πολλοῦ δὲ χρόνου διελθόντος ὡς οὐκ ἔλαβε γράμματα παρ’ αὐτῆς αὐτοῦ πολλάκις πέμψαντος εἰς Ἀθήνας, ἐμὲ παραλαβὼν ὡς πάντων αὐτῷ γνησιώτερον ὄντα, ἐπὶ τὴν ζήτησιν αὐτῆς ἐπορεύθη. πολλὰ μὲν οὖν αὐτῷ καὶ κατὰ τὴν ἀποδημίαν συνέκαμον προθύμως μεμνημένος, ὅτι τῆς πάλαι αὐτοῦ εὐδαιμονίας κοινωνόν με πάντων εἶχεν ὑπὲρ πάντας αὐτοῦ με τοὺς φίλους ἀγαπῶν. καὶ δὴ ἀπεπλεύσαμεν αὐτῆς τῆς Ῥώμης, καὶ οὕτως εἰς τὰ ἐνταῦθα τῆς Συρίας μέρη ἐγενόμεθα, καὶ οὐ μετὰ πολλὰς ἡμέρας ἀθυμῶν ἐτελεύτησεν. ἐγὼ δὲ ἐνταῦθα ἐλθὼν τὰς διὰ τῶν χειρῶν ἔκτοτε μέχρι τοῦ δεῦρο πορίζομαι τροφάς.