Ancient Greek
Section 117
Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita 117
Not analysed yet
Ταῦτα τοῦ γέροντος εἰπόντος συνιδὼν ὅτι ὃν ἔλεγεν τεθνάναι γέροντα, αὐτὸς ἦν ἐξ ὧν ἔλεγεν ὁ ὑμέτερος πατὴρ, οὐκ ἐβουλήθην τὸ καθ’ ὑμᾶς αὐτῷ συναντιλαβεῖν, μέχρις ἂν ὑμῖν προσανάθωμαι. πλὴν τὰ κατὰ τὴν ξενίαν αὐτοῦ καταμαθὼν καὶ τὴν ἐμὴν μηνύσας ἀκριβείας ἕνεκα, τοῦτο μόνον ἐπυθόμην, τί ὄνομα τῷ γέροντι; ὁ δὲ ἔφη· Φαῦστος. τί δὲ τοῖς διδύμοις υἱοῖς; ὁ δὲ ἀπεκρίνατο· Φαυστῖνος καὶ Φαυστινιανός. τί δὲ τῷ τρίτῳ υἱῷ; ὁ δὲ εἶπεν· Κλήμης. τί δὲ τῇ τούτων μητρί; ὁ δὲ ἔφη· Ματθιδία. ὑπὸ συμπαθείας οὖν ἐγὼ σύνδακρυς γενόμενος, ἀπολύσας τοὺς ὄχλους ἦλθον πρὸς ὑμᾶς, ἵνα μετὰ τὴν ἁλῶν κοινωνίαν ταῦτα προσανάθωμαι ὑμῖν. πρὸ δὲ τοῦ ἁλῶν μεταλαβεῖν εἰπεῖν ὑμῖν οὐκ ἠβουλήθην, μήπως ὑπὸ λύπης νικηθέντες ἐν τῇ τοῦ βαπτίσματος ἡμέρᾳ πενθοῦντες διατελέσητε, ὁπότε καὶ ἄγγελοι χαίρουσιν ταῦτα τοῦ Πέτρου εἰπόντος ἐδακρύομεν οἱ πάντες μετὰ τῆς μητρός. ὁ δὲ δακρύοντας ἡμᾶς ἰδὼν ἔφη· νῦν ἕκαστος ὑμῶν φόβῳ τῷ πρὸς θεὸν γενναίως φερέτω τὰ λεχθέντα. οὐ γὰρ δὴ σήμερον ὑμῖν ἐτελεύτησεν ὁ πατὴρ, ἀλλὰ καὶ ἔκπαλαι, ὡς ὑμεῖς στοχαζόμενοι εἰρήκατε.