Ancient Greek
Section 118
Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita 118
Not analysed yet
Ταῦτα τοῦ Πέτρου εἰπόντος ἡ μήτηρ μὴ φέρουσα βοῶσα ἔφη· οἴ μοι, ἄνερ, ἡμᾶς ἀγαπῶν, κρίσει ἐτελεύτησας, ἡμεῖς δὲ ζῶντες φῶς ὁρῶμεν καὶ τροφῆς μεταλαμβάνομεν. οὔπω δὲ τῆς μιᾶς ταύτης ὀλολυγῆς παυσαμένης ἰδοὺ ὁ γέρων εἰσῄει, καὶ ἅμα τῷ βούλεσθαι αὐτὸν τῆς κραυγῆς τὴν αἰτίαν πυνθάνεσθαι, εἰς τὴν γυναῖκα ἐμβλέψας ἔφη· οἴ μοι, τί θέλει τοῦτο εἶναι; τίνα ὁρῶ; προσελθὼν δὲ καὶ ἀκριβέστερον ἐνιδὼν καὶ ὁραθεὶς περιεπλέκετο. οἱ δὲ ὑπὸ χαρᾶς αἰφνιδίου διεφώνουν ἀμφότεροι, καὶ λαλεῖν ἀλλήλοις βουλόμενοι, ἀφασίᾳ συσχεθέντες ἐκ τῆς ἀπλήστου χαρᾶς οὐκ ἠδύναντο κρατεῖν. καὶ μετ’ οὐ πολὺ ἡ μήτηρ ἔφη· ἔχω σε, Φαῦστε, τὸν κατὰ πάντα μοι γλυκύτατον. πῶς ἆρα ζῇς, ὃν ὡς τεθνεῶτα μικρῷ τάχιον ἠκούσαμεν; πλὴν οὗτοι εἰσὶν ἡμῶν οἱ υἱοὶ Φαυστῖνος καὶ Φαυστινιανὸς καὶ Κλήμης. ταῦτα εἰπούσης ἡμεῖς οἱ τρεῖς προσπεσόντες αὐτῷ καὶ καταφιλοῦντες ἀμυδρῶς πως τὴν μορφὴν αὐτοῦ κατεμανθάνομεν.