Ancient Greek
Section 123
Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita 123
Not analysed yet
Καὶ ὁ πατὴρ ἕφη· ἀλλ’ οὐκ ἔστιν, ὦ φίλτατε, τὸ ἐν ᾅδου ψυχὰς κολάζεσθαι, αὐτῆς ἅμα τῷ ἀποστῆναι τοῦ σώματος εἰς ἀέρα λυομένης. καὶ ὁ Πέτρος ἔφη· μέχρις οὖν ὅτε περὶ τούτου πείσωμέν σε, ἀπόκριναί μοι· οὐ δοκεῖ σοι, σὲ μὲν ἀπιστοῦντα τὴν κόλασιν μὴ λυπεῖσθαι, ἐκείνους δὲ πεπεισμένους ἀνάγκην ἔχειν περὶ σοῦ ἀνιᾶσθαι; καὶ ὁ πατήρ· ἀκολούθως λέγεις. καὶ ὁ Πέτρος· διὰ τί δὲ αὐτοὺς οὐκ ἀπαλλάξεις μεγίστης περὶ σοῦ λύπης τῇ πίστει συνθέμενος, οὐ δυσωπίᾳ λέγω, ἀλλ’ εὐγνωμοσύνῃ, περὶ τῶν λεγομένων σοι ὑπ’ ἐμοῦ ἀκούων καὶ κρίνων, [εἰ] ταῦτα οὕτως ἔχει, ἢ οὔ; καὶ εἰ μὲν οὕτως ἔχει, ὡς λέγομεν, καὶ ᾧδε συναπολαύσεις τοῖς φιλτάτοις, κἀκεῖ συναναπαύσῃ. εἰ δὲ ἐν τῆ τῶν λόγων σκέψει δείξεις τὰ ὑφ’ ἡμῶν λεγόμενα μῦθόν τινα καὶ ψευδῆ εἶναι, καὶ οὕτως καλῶς ποιήσεις, αὐτοὺς γὰρ ὁμογνώμονάς σου εἰληφὼς, καὶ τοῦ κεναῖς ἐλπίσιν ἐπερείδεσθαι παύσεις καὶ ψευδῶν φόβων ἀπαλλάξεις.