Ancient Greek
Section 124
Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita 124
Not analysed yet
Καὶ ὁ πατήρ· πολλὰ φαίνῃ μοι εὔλογα λέγων. καὶ ὁ Πέτρος ἔφη· τί οὖν ἐστι τὸ κρατοῦν σε, μη εἰς τὴν ἡμετέραν πίστιν ἐλθεῖν; οἶδα γὰρ, ὅτι πολλά ἐστι τὰ κρατοῦντα· τοὺς μὲν πεπεισμένους ἀσχολίαι ἀγορασμῶν, πράξεων, γεωργιῶν, φροντίδων καὶ ὅσα τοιαῦτα· ἀπιστοῦσι δὲ πολλοὶ, ὡς καὶ σὺ ὑπολαμβάνεις, ἤ θεοὺς τοὺς οὐκ ὄντας εἶναι λέγοντες, ἢ τὸ γενέσει τὰ πάντα ὑποκεῖσθαι ἢ αὐτοματισμῷ, ἢ τὰς ψυχὰς θνητὰς, ἢ τὸν ἡμέτερον λόγον ψευδῆ, ὡς οὐκ οὔσης προνοίας. ἐγὼ δὲ προνοίᾳ θεοῦ τὰ πάντα διοικεῖσθαι ἐκ τῶν περί σε γινομένων καὶ προνοίας εἶναι λέγω τὸ τοσούτοις ἔτεσι τὴν διάστασίν σού τε καὶ τῶν σῶν γενέσθαι. εἰ γὰρ σὺν σοὶ ἐτύγχανον ὄντες, ἴσως τὸν τῆς θεοσεβείας λόγον οὐκ ἂν ἐπήκουσαν. διὰ τοῦτο ᾠκονομήθη σὺν τῇ μητρὶ τῶν τέκνων ἡ ἀποδημία καὶ ναυαγία καὶ θανάτου ὑπόνοια· ἔτι τε καὶ ἐκπαιδευθῆναι αὐτοὺς τὰ Ἑλλήνων δόγματα, ἵνα μᾶλλον ὡς εἰδότες ταῦτα ἀνασκευάζειν δυνατοὶ ᾦσιν ἐπὶ τούτοις τὸ φιλῆσαι τὸν τῆς θεοσεβείας λόγον, καὶ ἐμοὶ ἑνωθῆναι πρὸς τὸ συλλαμβάνεσθαί μου τῷ κηρύγματι· ἔτι μὴν συνελθεῖν καὶ τὸν ἀδελφὸν Κλήμεντα καὶ οὕτως τὴν μητέρα ἐπιγνωσθῆναι καὶ ὑπὸ θεραπείας πληροφορηθῆναι, καὶ μετ’ οὐ πολὺ εὐθὺ τὰ δίδυμα τέκνα ἐπιγνωσθέντα καὶ ἐπιγνόντα, καὶ τῇ ἄλλῃ ἡμέρᾳ σοὶ συντυχεῖν καὶ τοὺς σοὺς ἀπολαβεῖν. τοσαύτην οὖν ταχεῖαν ἁρμονίαν πανταχόθεν συνδραμοῦσαν εἰς ἕνα γνώμης σκοπὸν οὐκ οἶμαι ἀπρονόητον εἶναι.