Ancient Greek
Section 126
Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita 126
Not analysed yet
Καὶ ὁ Πέτρος ἀπεκρίνατο· ἀλλ’ ἐνόμισας ἄδικον, ὅ,τι δικαιότατόν ἐστιν. ἃ εἴ σοι φίλον ἐστὶν ἄκουσον. καὶ ὃς ἔφη· πάνυ μοι φίλον. καὶ ὁ Πέτρος· οὐ δοκεῖ σοι, δύο ἐχθρῶν βασιλέων ὄντων καὶ διηφρημένας τὰς χώρας ἐχόντων, εἴ τις ἐκ τῶν τοῦ ἑνὸς ὑπηκόων ἐν τῇ τοῦ ἑτέρου χώρᾳ φωραθείη, καὶ διὰ τοῦτο θάνατον ὀφείλοι, ἐὰν ῥαπίσματι καὶ μὴ θανάτῳ τῆς τιμωρίας ἀπολυθῇ, οὐ φαίνεται ὁ ἀπολύσας φιλάνθρωπος εἶναι; καὶ ὁ πατὴρ ἔφη· καὶ πάνυ. καὶ ὁ Πέτρος ἔφη· τί δαὶ εἰ καὶ ἴδιόν τί τινος αὐτὸς οὗτος ἀφέληται ἢ καὶ ἀλλότριον, καὶ ἐπὶ τούτῳ συλληφθεὶς ἐὰν διπλάσιον δῷ τετραπλάσιον ὀφείλων, καὶ τὸ θανεῖν ὡς ἐν τοῖς τοῦ ἐναντίου ἁλοὺς ὅροις, οὐ δοκεῖ σοι, ὅτι ὁ λαβὼν τὸ διπλάσιον καὶ θανάτου αὐτὸν ἀπολύσας φιλάνθρωπος τυγχάνει; καὶ ὁ πατὴρ πρὸς ταῦτα ἀπεκρίνατο· νῦν με πέπεικας, ὅτι οἱ ἀδικοῦντες αὐτοὶ μᾶλλον ἀδικοῦνται, οἱ δὲ ἀδικούμενοι μᾶλλον πλεονεκτοῦσιν, ἔτι μᾶλλον ἀδικώτατον ὅλον μοι φαίνεται τὸ πρᾶγμα, ὅτι οἱ μὲν δοκοῦντες ἀδικεῖν πολλὰ τοῖς [τὰ ἐσόμενα] ἑλομένοις συγχωροῦσιν, οἱ δὲ δοκοῦντες ἀδικεῖσθαι αὐτοὶ ἀδικοῦσιν, ὅτι τὰ ὅμοια οὐ παρέχουσιν ἐκεῖ τοῖς ἐνταῦθα αὐτοῖς συγκεχωρηκόσιν, ἃ αὐτοὶ αὐτοῖς συνεχώρησαν. καὶ ὁ Πέτρος· οὐδὲ τοῦτο ἄδικον διὰ τὸ ἐξουσίαν ἔχειν ἕκαστον τὰ παρόντα αἱρεῖσθαι ἢ τὰ μέλλοντα, καὶ τὰ εἴτε μικρὰ εἴη εἴτε μεγάλα. ἰδίᾳ κρίσει καὶ βουλῇ ὁ ἑλόμενος οὐκ ἀδικεῖται, λέγω δὲ οὐδ’ ἂν τὰ μικρὰ ἕληται, ἐπεὶ καὶ προέκειτο τὰ μεγάλα. προέκειτο γὰρ αὐτῷ καὶ τὰ μικρά.