Ancient Greek
Section 125
Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita 125
Not analysed yet
Καὶ ὁ πατὴρ τῷ Πέτρῳ ἤρξατο λέγειν· μὴ νόμιζε, φίλτατέ μοι Πέτρε, ἐν ἐννοίᾳ μὴ ἔχειν περὶ τοῦ ὑπὸ σοῦ κηρυσσομένου λόγου. πέρας γοῦν ταύτης τῆς παρωχηκυίας νυκτὸς πολλὰ τοῦ Κλήμεντος προτρεπομένου με τῇ ὑπό σου κηρυσσομένῃ ἀληθείᾳ συνθέσθαι, ἀπεκρινάμην· τί γὰρ καινότερον ἐντέλλεσθαι δύναταί τις παρ’ ὃ οἱ ἀρχαῖοι παρήνεσαν; ὁ δὲ ἠρέμα γελάσας ἔφη· πολλὴ διαφορὰ, πάτερ, μεταξὺ τῶν θεοσεβείας λόγων καὶ τῶν τῆς φιλοσοφίας. ὁ γὰρ τῆς ἀληθείας ἀπόδειξιν ἔχει τὴν ἐκ προφητείας, ὁ δὲ τῆς φιλοσοφίας καλλιλογίας παρέχων ἐκ στοχασμῶν δοκεῖ παριστᾶν τὰς ἀποδείξεις. καὶ ὅμως ταῦτα εἰπὼν δείγματος χάριν τὸν περὶ φιλανθρωπίας μοι ἐξέθετο λόγον, ὅνπερ αὐτῷ ὑφηγήσω, ὃς ἀδικώτατός μοι μᾶλλον ἐφαίνετο. καὶ τὸ πῶς ἐρῶ. δίκαιον ἔφασκεν εἶναι καὶ τῷ τύπτοντι αὑτοῦ τὴν σιαγόνα παρατιθέναι καὶ τὴν ἄλλην, καὶ τῷ αἴροντι αὑτοῦ τὸ ἱμάτιον, προσδιδόναι καὶ τὸ μαφώριον, ἀγγαρεύοντι δὲ μίλιον ἓν συναπέρχεσθαι δύο, καὶ ὅσα τοιαῦτα.