Ancient Greek
Section 135
Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita 135
Not analysed yet
Καὶ τοῦ Σίμωνος ταῦτα εἰπόντος Ἀππίων καὶ Ἀννουβίων ἔφη· τί νῦν σοι ἐκ τῆς μηχανῆς ταῦτης ἔσται κέδρος; καὶ ὁ Σίμων ἔφη· πρῶτον μὲν συλλαβόντες αὐτὸν οἱ ἐμὲ ζητοῦντες παύσονται τῆς κατ’ ἐμοῦ ζητήσεως. εἰ δὲ καὶ ὑπὸ βασιλικῆς χειρὸς ἀναιρεθείη, μέγιστον πένθος ἕξουσιν οἱ τούτου παῖδες, οἵ,τινες ἐμὲ καταλιπόντες προσφυγόντες τῷ Πέτρῳ συνεργοῦσιν. Ἀννουβίων δὲ καὶ Ἀππίων κατ’ ἰδίαν τὸν Φαῦστον εὑρόντες τὴν ἐπιβουλὴν ἐξέφηναν. ὁ δὲ Φαῦστος οὐκ ἐπίστευσεν ἀληθῇ εἶναι τὰ λεγόμενα. συνδειπνήσας δὲ ὁ πατὴρ μετὰ Σίμωνος καὶ Ἀππίωνος καὶ Ἀννουβίωνος ἔλαβεν ἐκ χειρὸς τοῦ Σίμωνος τὸ μύρον, καὶ τὸ ἴδιον χρίσας πρόσωπον, τὴν τοῦ Σίμωνος προσελάβετο μορφήν. πλὴν ἐν μέσῃ γε νυκτὶ ἀναστὰς ὁ Σίμων τὴν ἐπὶ Ἰουδαίαν ἐποιεῖτο φυγήν.