Ancient Greek
Section 136
Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita 136
Not analysed yet
Ήμεῖς δὲ οἱ συνόντες τῷ Πέτρῳ δἰ ὅλης νυκτὸς ἐπαλλήλῶς πυνθανόμενοι ὑπό τε ἡδονῆς καὶ χαρᾶς τῶν λεγομένων νήφοντες ἐνυκτερεύσαμεν. ἤδη δέ πως νυκτὸς ὑπαυγαζομένης Πέτρος ἐμβλέψας ἐμοί τε καὶ τοῖς ἀδελφοῖς μου ἔφη· διαπορῶ, τί ἔδοξεν τῷ ὑμετέρῳ πατρί καὶ λέγοντος τοῦτο ἧκεν ὁ πατὴρ αὐτόθι τὸν Πέτρον ἡμῖν περὶ αὐτοῦ διαλεγόμενον καταλαβών· καὶ ἀθυμοῦντα ἰδών, προσαγορεύσας ἀπελογήσατο, δι’ ἣν αἰτίαν ἔξω κεκοίμηται. ἡμεῖς δὲ ἐμβλέποντες αὐτῷ ἐξεστήκειμεν τὸ εἶδος Σίμωνος ὁρῶντες, φωνῆς δὲ τοῦ πατρὸς ἡμῶν ἀκούοντες Φαύστου. καὶ δὴ φευγόντων ἡμῶν αὐτὸν ἐξεπέπληκτο ὁ πατὴρ ἐπὶ τῷ οὕτως ἀπηνῶς καὶ ἐχθρωδῶς αὐτῶ χρῆσθαι. μόνος δὲ Πέτρος τὴν κατὰ φύσιν αὐτοῦ ὁρῶν μορφὴν πρὸς ἡμᾶς ἔφη· τίνος ἕνεκα βδελυσσόμενοι ἀπωθεῖσθε τὸν ὑμέτερον πατέρα; ἡμεῖς δὲ καὶ ἡ μήτηρ ἔφαμεν· Σίμων ἡμῖν οὗτος φαίνεται φωνὴν ἔχων τοῦ ἡμετέρου πατρός. καὶ ὁ Πέτρος ἔφη· ὑμῖν μὲν ἡ ἀμάγευτος αὐτοῦ φωνὴ μόνη γνώριμός ἐστιν, ἐμοῦ δὲ τοῖς ἀμαγεύτοις ὀφθαλμοῖς καὶ τὸ εἶδος αὐτοῦ ὡς ἔστιν ὁρᾶται, ὅτι μή ἐστιν Σίμων, ἀλλὰ Φαῦστος ὁ ὑμέτερος πατήρ. τότε δὴ προσεμβλέψας καὶ τῷ πατρὶ ἔφη· τὸ γνήσιόν σου εἶδος αὐτοῖς οὐ φαίνεται, ἀλλὰ Σίμωνος τοῦ ἀσεβεστάτου καὶ ἡμῖν ἐχθίστου.