Ancient Greek
Section 137
Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita 137
Not analysed yet
CXXXVII. Ταῦτα τοῦ Πέτρου διαλεγομένου ἐπεισῄει τις τῶν προόδων ἀπὸ τῆς Ἀντιοχείας ἐληλυθὼς λέγων Πέτρῳ· εἰδέναι σε θέλω, κύριέ μου, ὅτι Σίμων ἐν τῇ Ἀντιοχείᾳ ὅτε ὑπῆρχεν, δημοσίᾳ πολλὰ τεράστια ποιῶν οὐδὲν ἄλλο προσδιελέγετο ἤ σε πρὸς αὐτοὺς πρὸς μῖσος ποιῶν, μάγον τε ὀνομάζων καὶ γόητα καὶ μιαιφόνον, καὶ πρὸς τοσοῦτον αὐτοὺς μῖσος παρεσκεύασεν, ὡς γλίχεσθαι πάντα ἄνθρωπον τῶν ἐκεῖ ἐπιδημησάντων τῶν σαρκῶν αὐτῶν ἀπογεύσασθαί σου. ἡμεῖς δὲ πολὺ κατὰ σοῦ βρύχουσαν τὴν πόλιν ἑωρακότες ἤλθομεν τοῦ ἀπαγγεῖλαί σοι, ἀλλὰ καὶ ὑπὸ Καίσαρος πεμφθεὶς βασιλικὸς πρὸς τὸν τῆς ἐπαρχίας ἡγούμενον εἰς ἀναζήτησιν Σίμωος μαθὼν, ὅτι φυγὰς εἰς; Ἰουδαίαν ἐπορεύθη, καὶ αὐτὸς εἰς ἀναζήτησιν αὐτοῦ ἀπῆλθεν, ἴνα κατὰ τὴν πρόσταξιν Καίσαρος τιμωρήσηται αὐτόν.