Ancient Greek
Section 144
Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita 144
Not analysed yet
Ἐγὼ μέν τοι Κλήμης καὶ Ἀκύλας καὶ Νικήτης ἐμείναμεν μετὰ τοῦ ἀποστόλου Πέτρου, ἐν τῷ θείῳ κηρύγματι πλείσταις κώμαις καὶ πόλεσιν εὐαγγελιζόμενοι τὸν λόγον τῆς ἀληθείας. Πέτρος δὲ ὁ τοῦ Χριστοῦ ἀπόστολος πολλοὺς ἀσθενεῖς θεραπεύσας καὶ δαιμονιῶντας ἰασάμενος, νεκρούς τε πολλοὺς ἀναστήσας τῇ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ δυνάμει, κατὰ πόλεις καὶ χώρας παραλαβών με μέχρι Ῥώμης αὐτῆς κατῆλθεν κἀκεῖ κηρύξαι τὸν τῆς ἀληθείας λόγον. παραγενόμενος δὲ καὶ εἰσελθὼν ἐν τῇ πόλει καθ’ ἑκάστην ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς καὶ ἐν τοῖς οἴκοις τὸν λόγον τῆς ἀληθείας, καὶ πολλοὺς προσήγαγεν διὰ τοῦ ἁγίου βαπτίσματος τῷ Χριστῷ μεγάλους τε καὶ μικρούς, ἔπειτα καὶ τῶν εὐγενίδων γυναικῶν τὰς περιφανεῖς, ὥστε ἐν ὀλίγῳ χρόνῳ μικροῦ δεῖν προσδραμεῖν τῷ ἁγίῳ βαπτίσματι καὶ πιστεῦσαι πάντας τῷ θεῷ διὰ τῆς τοῦ ἀποστόλου διδασκαλίας.