Ancient Greek
Section 145
Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita 145
Not analysed yet
Ἀλλὰ Πέτρος ὁ μακάριος τοῦ κυρίου ἀπόστολος, ὁ διὰ τὴν ἀληθινὴν πίστιν καὶ τὴν ἀσφαλεστάτην αὐτοῦ τῆς διδασκαλίας ὑπόθεσιν τῆς ἐκκλησίας θεμέλιος εἶναι ὁρισθεὶς καὶ δι’ αὐτὸ τοῦτο ὑπ’ αὐτοῦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἀψευδεῖ στόματι μετονομασθεὶς Πέτρος· ἡ ἀπαρχὴ τοῦ κυρίου ἡμῶν· ὁ τῶν ἀποστόλων πρῶτος, ᾧ πρώτῳ ὁ πατὴρ τὸν υἱὸν ἀπεκάλυψεν· ὃν ὁ Χριστὸς εὐλόγως ἐμακάρισεν· ὁ κλητὸς καὶ ἐκλεκτὸς καὶ συνέστιος καὶ συνοδοπόρος· ὁ καλὸς καὶ δόκιμος μαθητής· ὁ τῆς δύσεως τὸ σκοτεινότερον τοῦ κόσμου μέρος ὡς πάντων ἱκανώτερος φωτίσαι κελευσθεὶς —καὶ δὴ μέχρι ποῦ μηκύνω τὸν λόγον, μὴ βουλόμενος σημῆναι τὸ λυποῦν, ὃ ἐξ ἀνάγκης κἂν βραδὺ πάντως εἰπεῖν με δεῖ; οὗτος αὐτὸς διὰ τὴν ἄμετρον πρὸς ἀνθρώπους στοργὴν σαφῶς δημοσίᾳ, ἐπὶ τοῦ ἐνεστῶτος πονηροῦ αἰῶνος, τὸν ἐσόμενον ἀγαθὸν ὅλῳ τῷ κόσμῳ μηνύσας βασιλέα, μέχρις ἐνταῦθα τῇ Ῥώμῃ γενόμενος, θεοβουλήτῳ δiδασκαλίᾳ σώζων ἀνθρώπους, πρὸς αὐταῖς ταῖς ἡμέραις, αἷς ἤμελλε βιαίῳ τελευτᾶν θανάτῳ, συνηθροισμένων τῶν ἀδελφῶν αἰφνιδίως λαβόμενός μου τῆς χειρὸς ἐγερθεὶς ἐπὶ τῆς ἐκκλησίας ἔφη·