Ancient Greek
Section 149
Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita 149
Not analysed yet
Πλὴν καὶ βραχεῖα ἐπὶ πάντων διὰ πάντας τὰ τῆς διοικήσεως ὑπομνῆσαι θέλω. σὲ μὲν χρὴ ἀνεπιλήπτως βιοῦντα σπουδῇ μεγίστῃ πάσας τὰς τοῦ βίου ἀσχολίας ἀποσείεσθαι, μήτε ἐγγυητὴν γινόμενον, μήτε συνήγορον, μηδὲ ἑτέρῳ τινὶ βιωτικῷ παραπεπλεγμένον πράγματι. οὐ γὰρ κριτὴν καὶ δικαστὴν χρημάτων ἢ ἀσχολημάτων καθεστάναι σε θέλει τῶν νῦν βιωτικῶν πραγμάτων ὁ Χριστὸς, ἵνα συνεχόμενος εἰς τὰς νῦν τῶν ἀνθρώπων φροντίδας μὴ εὐσχολῇς χωρίζειν λόγῳ ἀληθείας ἀνθρώπων τοὺς κρείττονας ἀπὸ τῶν χειρόνων. ἀλλὰ ταῦτα μὲν οἱ μανθάνοντες ἀλλήλοις παρεχέτωσαν, καὶ ἀπὸ τῶν σώζειν δυναμένων λόγων μὴ ἀσχολείτωσαν. ὡς γὰρ σοὶ ἀσεβές ἐστιν τὰς βιωτικὰς φροντίδας ἀναδέξασθαι, καταλείψαντι ποιεῖν ὃ ἐκελεύσθης, οὕτως ἑκάστῳ λαϊκῷ ἁμαρτία ἐστὶν, εἰ μὴ ἀλλήλοις καὶ ἐν ταῖς βιωτικαῖς χρείαις παρίστανται. καὶ σὲ δὲ περὶ τούτων χρὴ ἀμέριμνον εἶναι, ἵνα μόνης τῆς ἐκκλησίας τὴν φροντίδα ἔχῃς, πρός τε τὸ διοικεῖν αὐτὴν καλῶς καὶ τὸ τοὺς ἀληθείας λόγους παρέχειν.