Ancient Greek
Section 148
Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita 148
Not analysed yet
Οἶδα δὲ καὶ αὐτὸς, ὦ Κλήμη, λύπας καὶ ἀθυμίας καὶ κινδύνους καὶ ψόγους τοὺς ἐξ ἀπαιδεύτων ὄχλων σοι συμβησομένους, οὓς δυνήσῃ γενναίως φέρειν ἐνορῶν τῆς ὑπομονῆς τὸν ἐκ θεοῦ σοι μέγαν ἀποδιδόμενον μισθόν. ἀλλὰ καὶ δικαίως ἐνθυμήθητι· πότε σου τῆς ξυμμαχίας χρείαν ἔχει ὁ Χριστὸς, νῦν ὅτε ὁ πονηρὸς κατὰ τῆς αὐτοῦ νύμφης πόλεμον ἤρατο, ἢ εἰς τὸν ἐπιόντα χρόνον, ὅτε νικήσας βασιλεύει, μηδεμίας τοῦ λοιποῦ χρείαν ἔχων βοηθείας; οὐχὶ καὶ τῷ βραχὺν νοῦν ἔχοντι δῆλον, ὅτι νῦν; πάσῃ οὖν τῇ προαιρέσει ἐν τῷ τῆς παρούσης ἀνάγκης χρόνῳ τάχυνον ξυμμαχῆσαι βασιλεῖ ἀγαθῷ μισθοὺς μεγάλους μετὰ νίκην ἀποδιδόναι πεφυκότι. χαίρων οὖν ἐπισκόπησον, εὐκαίρως ταύτῃ μᾶλλον, ὡς διοίκησιν ἐκκλησίας παρ’ ἐμοῦ μεμαθηκὼς εἰς τὴν τῶν ἡμῖν προσφευγόντων ἀδελφῶν σωτηρίαν.