Ancient Greek
Section 27
Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita 27
Not analysed yet
Μετὰ δὲ τὴν τελευτὴν Ἰωάννου ὁ Σίμων τὴν Ἑλένην παραλαβὼν, ἐκπεριέρχεται ἀναστατῶν τοὺς ὄχλους, αὐτὴν δὲ τὴν Ἑλένην ἀπὸ τῶν ἀνωτάτων οὐρανῶν κατενηνέχθαι λέγει τῷ κόσμῳ· ἧς ἕνεκεν, φησὶν, Ἕλληνές τε καὶ βάρβαροι ἐμαχεύσαντο, εἰκόνα φαντασθέντες ἀληθείας, καὶ ἐξαιρέτως πολλὰ τερατώδη θαυμάσια ποιῶν, ὡς εἰ μὴ ᾔδειμεν, ὅτι μαγείᾳ ταῦτα ποιεῖ, ἠπατήθημεν ἂν καὶ αὐτοί. νῦν ὅτε δὲ πολυμανὴς, καὶ τοὺς ἐν θεοσεβείᾳ ἀπατᾶν ἐπιχειρεῖν ἤρξατο, ἀπέστημεν ἀπ’ αὐτοῦ· καὶ γὰρ μιαιφονεῖν ἤρξατο, ὡς αὐτὸς ἔτι ὡς φίλος φίλοις ἐξέφανεν, ὅτι παιδίου ψυχὴν τοῦ ἰδίου σώματος χωρίσας, ἀπορρήτοις ὅρκοις, συνεργὸν πρὸς τὴν τῶν αὐτῷ δοκούντων φαντασίαν, τὸν παῖδα διαγράψας ἐπὶ εἰκόνος ἐν ἐνδοτέρω οἴκῳ, ὅπου αὐτὸς ὑπνοῖ, ἀνατεθειμένην ἔχει. διὸ ἀσεβείας καταγνόντες, ἀπέστημεν ἀπ’ αὐτοῦ.