Ancient Greek
Section 28
Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita 28
Not analysed yet
Ταῦτα τοῦ Ἀκύλα εἰπόντος, ὁ ἀδελφὸς αὐτοῦ Νικήτης ἔφη. ἀναγκαῖόν ἐστιν, ἀδελφὲ ἡμῶν Κλήμη, τὰ παραλειφθέντα τῷ Ἀκύλᾳ ἐμὲ ὑπομνῆσαι. πρῶτον μὲν γὰρ μάρτυς ὁ θεὸς, ὡς οὐδὲν αὐτῷ ἡμεῖς συνειργασάμεθα ἀσεβὲς, ἀλλ’ ὅτι αὐτοῦ πράσσοντος ἱστορήσαμεν. καὶ μέχρις ὅτε ἀβλαβῆ ποιῶν ἀπεδείκνυτο, ἐτερπόμεθα. ὅτε δὲ τὰ μαγείᾳ γινόμενα θειότητι ποιεῖν πρὸς ἀπάτην θεοσεβῶν ἔλεγεν, οὐκέτι αὐτοῦ ἠνεσχόμεθα, καί τοι πολλὰ ἐπαγγελλομένου ἡμῖν· πρῶτον μὲν ναὸν καὶ ἀνδριάντας ἡμῶν κατασκευασθῆναι, καὶ θεοὺς νομισθῆναι, καὶ ὑπὸ ὄχλων προσκυνηθῆναι, καὶ ὑπὸ βασιλέων δοξασθῆναι καὶ δημοσίων τιμῶν καταξιωθῆναι, καὶ χρήμασιν ἀπεριορίστοις πλουτίσαι.