Ancient Greek
Section 29
Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita 29
Not analysed yet
Ταῦτά τε καὶ τὰ τοιούτοις νομιζόμενα ἡμῖν ὑπέσχετο, μόνον ἵνα συνόντες αὐτῷ τὸ τῆς ἐγχειρίσεως κακὸν σιωπῶμεν, ἵνα αὐτῷ τὰ τῆς ἀπάτης προκόπτῃ. καὶ ὅμως οὐ συνεθέμεθα, ἀλλὰ καὶ αὐτὸν τῆς τοιαύτης ἀπονοίας παύσασθαι συνεβουλεύσαμεν λέγοντες αὐτῷ· ἡμεῖς, Σίμων, τῆς ἐκ παίδων φιλίας πρός σε μεμνημένοι, στέργοντές σε τὰ συμφέροντα συμβουλεύσομεν· παῦσαι τῆς τοιαύτης τόλμης. θεὸς εἶναι οὐ δύνασαι· φοβήθητι τὸν ὄντως θεόν. γνῶθι, ὅτι ἄνθρωπος εἶ, καὶ ὅτι σου μικρός ἐστιν ὁ τῆς ζωῆς χρόνος· καὶ κἄν μέγα πλουτήσῃς ἤ καὶ βασιλεύσῃς, τῷ τῆς ζωῆς σοι μικρῷ χρόνῳ ὀλίγα τυγχάνει πρὸς ἀπόλαυσιν, καὶ τὰ ἀσεβῶς πορισθέντα, εὐθέως φεύγοντα αἰωνίαν κόλασιν περιποιεῖται τῷ τετολμηκότι. διὸ φοβεῖσθαί σοι τὸν θεὸν συμβουλεύομεν, ὑφ’ οὗ κριθῆναι ἔχει ἡ ἑκάστου ψυχὴ περὶ ὧν ἔπραξεν ἐνταῦθα.