Ancient Greek
Section 33
Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita 33
Not analysed yet
Ταῦτα τοῦ Ἀκύλα εἰπόντος, ἐγὼ Κλήμης ἐπυθόμην, τί ἄρα ἐστὶν, ἃ ποιεῖ θαυμάσια. οἱ δὲ ἔλεγόν μοι, ὅτι ἀνδριάντας ποιεῖ περιπατεῖν, καὶ ἐπὶ πῦρ κυλιόμενος οὐ καίεται· ἐνίοτε δὲ καὶ πέταται, καὶ ἐκ λίθων ἄρτους ποιεῖ. ὄφις γίνεται, εἰς αἶγα μεταμορφοῦται, διπρόσωπος γίνεται, εἰς χρυσὸν μεταβάλλεται· θύρας κεκλεισμένας ἀνοίγει, σίδηρον λύει, ἐν δείπνοις εἴδωλα παντοδαπῶν ἰδεῶν παρίστησιν. τὰ ἐν οἰκίᾳ σκεύη ὠς αὐτόματα φερόμενα πρὸς ὑπηρεσίαν βλέπεσθαι ποιεῖ, τῶν φερόντων οὐ βλεπομένων. ταῦτα αὐτῶν λεγόντων ἀκούων ἐθαύμαζον. ἐμαρτύρουν δὲ τὰ τοιαῦτα αὐτοὶ παρόντες ἱστορηκέναι.