Ancient Greek
Section 34
Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita 34
Not analysed yet
Τούτων οὕτως ῥηθέντων, Ζακχαῖος ἧκεν λέγων· ἤδη λοιπὸν, ὦ Πέτρε, καιρὸς πρὸς τὸ ἐκβάντα διαλεχθῆναί σε. πολὺς γὰρ ἐπὶ τῆς αὐλῆς συναθροισθεὶς ἀναμένει σε ὄχλος, οὗ ἐν μέσῳ ὡς πολέμαρχος ὑπ’ αὐτοῦ δορυφορούμενος ἕστηκε Σίμων. ὁ δὲ Πέτρος ἀκούσας, εὐχῆς χάριν ὑποχωρῆσαί μοι κελεύσας, μήπω εἰληφότι τὸ πρὸς σωτηρίαν βάπτισμα, τοῖς ἤδη τελείοις ἔφη· ἐγερθέντες εὐξώμεθα, ἵνα ὁ θεὸς τοῖς ἀνεκλείπτοις αὐτοῦ οἰκτιρμοῖς συνεργήσῃ μοι ὁρμῶντι πρὸς σωτηρίαν τῶν ὑπ’ αὐτοῦ κτισθέντων ἀνθρώπων. καὶ τοῦτο εἰπὼν καὶ εὐξάμενος ἐξῄει εἰς τὸν ὕπαιθρον τῆς αὐλῆς τόπον μέγαν ὄντα, ἔνθα συνεληλυθότες ἦσαν πολλοὶ τοῦ ἐπακοῦσαι χάριν, τῆς διαλέξεως αὐτοῦ ἐπὶ τὸ σπεύδειν τοῦ ἀκούειν σπουδαιοτέρως τοὺς λόγους αὐτοῦ [πεποιηκυίας.] στὰς οὖν καὶ ἰδὼν μετὰ πάσης ἡσυχίας τὸν πάντα λαὸν εἰς αὐτὸν ἀτενίζοντα, Σίμωνα δὲ τὸν μάγον εἰς μέσον ἑστῶτα, τοῦ λέγειν ἤρξατο οὕτως.