Ancient Greek
Section 35
Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita 35
Not analysed yet
Εἰρήνη εἴη πᾶσιν ὑμῖν τοῖς ἑτοίμως ἔχουσι δεξιὰς διδόναι τῇ τοῦ θεοῦ ἀληθείᾳ, ἢν αὐτοῦ μεγάλην τε καὶ ἀσύγκριτον ἐν τῷ νῦν κόσμῳ ὑπάρχουσαν δωρεὰν ὁ ἀποστείλας ἡμὰς κύριος Ἰησοῦς Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ταύτην ἡμῖν ἐνετείλατο τὴν προσηγορίαν πρὸ τῶν τῆς διδασκαλίας λόγων ὑμῖν ἐπιφθέγγεσθαι, ἵνα ἐὰν ᾖ τις ἐν ὑμῖν εἰρήνης τέκνον, διὰ τῆς διδασκαλίας ἡμῶν καταλάβῃ αὐτὸν ἡ εἰρήνη· εἰ δὲ ταύτην λαβεῖν ὑμῶν τις μὴ θέλοι, τότε ἡμεῖς, ἀποτιναξάμενοι εἰς μαρτυρίαν τῶν ποδῶν ἡμῶν τὸν κονιορτὸν, εἰς ἑτέρων ἀπίωμεν οἰκίας καὶ πόλεις. καὶ ἀληθῶς ὑμῖν λέγομεν· ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥας ἐν ἡμέρᾳ κρίσεως, ἢ τῷ τῆς ἀπειθείας τόπῳ ἐνδιατρίβειν. πρῶτον μὲν, ὅτι τὸ εὔλογον ἀφ’ ἑαυτῶν οὐκ ἐνενοήσατε· δεύτερον, ὅτι ἀκούσαντες τὰ καθ’ ἡμᾶς οὐκ ἤλθετε πρὸς ἡμᾶς· τρίτον, ὅτι καὶ ἐλθοῦσιν ἡμῖν ἠπειθήσατε. διὸ φειδόμενοι ὑμῶν προῖκα εὐχόμεθα τὴν εἰρήνην ἡμῶν ἐλθεῖν ἐφ’ ὑμᾶς. εἰ οὖν ταύτην ἔχειν θέλετε, δεῖ ὑμᾶς προθύμως τοὺς λόγους μου ἀκοῦσαι, καὶ ὡς λογικοὶ ὄντες τὸ καλὸν νοήσαντες, τὴν τῷ θεῷ ἀρέσκουσαν ἀναδέξασθαι πολιτείαν, ἵνα εὐσεβῶς καὶ δικαίως ζήσαντες, θεὸν φιλοῦντες καὶ φιλούμενοι ὑπ’ αὐτοῦ, τὰ αἰώνια αγαθὰ κληρονομήσητε. αὐτῷ γὰρ μόνῳ τὸ παρασχεῖν δυνότατόν ἐστι τῷ τὰ μὴ ὄντα εἰς τὸ εἶναι συστησαμένῳ, οὐρανὸν δημιουργήσαντι, γῆν ποιήσαντι, θάλασσαν περιορίσαντι, τὰ ἐν ᾅδῃ ταμιεύσαντι, καὶ τὰ πάντα ἐν ἀέρι πληρώσαντι· οὗτος μόνος τὴν μίαν καὶ πρώτην οὐσίαν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν, τετραχῶς καὶ ἐναντίως ἔτρεψεν· εἶτα μίξας μυρίας κράσεις, ἐξ αὐτῶν ἐποίησεν, ἵνα εἰς ἐναντίας φύσεις τετραμμέναι καὶ μεμιγμέναι, τὸ ζῆν μεθ’ ἡδονῆς ἐκ συζυγίας ἐργάσωνται. ὅμως αὐτός ἐστι μόνος δημιουργὸς πάντων τῶν αἰσθητῶν τε καὶ νοητῶν.