Ancient Greek
Section 38
Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita 38
Not analysed yet
Ὅμως ὁ Σίμων πολλὰ ἀπὸ τῶν γραφῶν ἐδόκει δεικνύειν τὸν θεὸν παντὶ πάθει ὑποκείμενον. καὶ ὁ Πέτρος πρὸς ταῦτα ἔφη· εἰ μηδὲν ἀγαπᾷ ὁ κακὸς καὶ πάνυ μοχθηρὸς, ἐφ’ οἷς ἁμαρτάνει, ἑαυτὸν πῶς ἐλέγχειν, ἀπόκριναί μοι. καὶ ὁ Σίμων ἔφη· οὐκ ἀγαπᾷ. καὶ ὁ Πέτρος ἔφη· πῶς οὖν κακὸς καὶ μοχθηρὸς εἶναι δύναται ὁ θεὸς, εἴπερ αὐτοῦ θελήματι τὰ κατ’ αὐτοῦ κακὰ δημοσίᾳ γραφέντα προετέθη; καὶ ὁ Σίμων· ἐνδέχεται [μὴ] κατὰ προαίρεσιν αὐτοῦ ὑφ’ ἑτέρας δυνάμεως τὸν κατ’ αὐτοῦ γραφῆναι ἔλεγχον. καὶ ὁ Πέτρος ἔφη· πρῶτον οὖν τοῦτο ζητήσωμεν. εἰ μὴ ὑπὸ τῆς ἑαυτοῦ βουλῆς ἑαυτὸν ἤλεγξεν, ὡς φθάσας σὺ ὡμολόγησας, μοχθηρὸς οὐκ ἔστιν· εἰ δὲ ὑφ’ ἑτέρας δυνάμεως, ζητητέον καὶ παντὶ σθένει ἐξεταστέον, μή τις αὐτὸν μόνον ἀγαθὸν ὄντα, κακὸν ἐπὶ πᾶσι τοῖς κακοῖς ὑπέλαβεν.