Ancient Greek
Section 39
Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita 39
Not analysed yet
Καὶ ὁ Σίμων· πρόδηλος εἶ φεύγων ἀπὸ τῶν γραφῶν τὸν κατὰ τοῦ θεοῦ σου ἀκοῦσαι ἔλεγχον. καὶ ὁ Πέτρος· αὐτός μοι φαίνῃ τοῦτο ποιῶν. ὁ γὰρ τάξιν ζητήσεως φεύγων ἐξέτασιν ἀληθῆ γενέσθαι οὐ βούλεται. ὅθεν ἐγὼ τῇ τάξει χρώμενος καὶ βουλόμενος πρῶτον τὸν συγγραφέα νοηθῆναι πρόδηλός εἰμι τὴν εὐθεῖαν ὁδεύειν θέλων. καὶ ὁ Σίμων· ὁμολόγησον πρῶτον, εἴ γε τὰ κατὰ τοῦ δημιουργοῦ γεγραμμένα ἀληθῆ ἐστιν, καὶ οὐκ ἔστιν ὁ τῶν ὅλων ἀνώτερος κατὰ τὰς γραφὰς πάσῃ ὑποκείμενος μοχθηρίᾳ, καὶ ὕστερον ζητήσομεν τὸν συγγράψαντα. καὶ ὁ Πέτρος· ἵνα μὴ δόξω ἀντιλέγειν σου τῇ ἀταξίᾳ μηδὲ θέλειν ζητεῖν, ἀποκρίνομαι. ἐγώ φημι, ὅτι τὰ κατὰ τοῦ θεοῦ γεγραμμένα ἀληθῆ ἂν εἴη, καὶ οὔπω τὸν θεὸν δείκνυσι μοχθηρόν. καὶ ὁ Σίμων ἔφη· πῶς τοῦτο συστῆσαι δύνασαι;