Ancient Greek
Section 77
Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita 77
Not analysed yet
LXXVII. Ὁ μὲν οὖν πατὴρ φιλότεκνος ὢν σύν τε δούλοις καὶ δούλαις ἐφοδιάσας ἱκανῶς καὶ εἰς πλοῖον ἐμβαλόμενος εἰς τὰς Ἀθήνας ἅμα παιδευθησομένους ἐξέπεμψεν, ἐμὲ δὲ μόνον εἰς παραμυθίαν ἔσχεν μεθ’ ἑαυτοῦ. καὶ ἐπὶ τούτῳ εὐχαριστῶ πολλὰ, ὅτι κἀμὲ ὁ ὄνειρος μὴ κεκελεύκει ᾅμα τῇ μητρὶ τὴν Ῥωμαίων ἐκβῆναι πόλιν. περαιωθέντος οὖν ἐνιαυτοῦ ὁ πατὴρ ἔπεμψεν εἰς Ἀθήνας χρήματα τοῖς αὐτοῦ, ἅμα τε καὶ μαθεῖν τὸ πῶς διάγουσιν. οἱ δὲ ἀπελθόντες οὐχ ὑπέστρεψαν. τρίτῳ δὲ ἐνιαυτῷ ὁ πατὴρ ἀθυμῶν ἑτέρους ἔπεμψεν ὁμοίως μετὰ ἐφοδίων, οἱ τινες τετάρτῳ ἐνιαυτῷ ἦλθον ἀναγγέλλοντες, μήτε μου τὴν τεκοῦσαν ἢ τοὺς ἀδελφοὺς ἑωρακέναι, μήτε μὴν αὐτοὺς ταῖς Ἀθήναις ἐπιδεδημηκέναι, μήδε ἄλλου τινὸς τῶν σὺν αὐτοῖς ἀπεληλυθότων κἀν ἴχνος εὑρηκέναι.