Ancient Greek
Section 78
Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita 78
Not analysed yet
Ὁ μὲν οὖν πατὴρ ταῦτα ἀκούσας καὶ ὑπὸ πολλῆς λύπης ἔκθαμβος γενόμενος καὶ οὐκ εἰδὼς ποῦ ὁρμήσας ἐπὶ ζήτησιν αὐτῶν γένηται, ἐμὲ παραλαβὼν καὶ εἰς Πόρτον καταβὰς πολλῶν πυκνότερον ἐπυνθάνετο, ποῦ ἕκαστος αὐτῶν εἶδεν ἢ ἤκουσεν ἀπὸ τεσσάρων ἐτῶν γενόμενον ναυάγιον. καὶ ἄλλος ἀλλαχῆ ἔλεγεν. ὁ δὲ ἀντεπυνθάνετο, εἰ ἑωράκασιν σῶμα γυναικὸς μετὰ βρεφῶν ἐκβεβρασμένων. ὧν οὖν πολλὰ λεγόντων ἑωρακέναι πτώματα κατὰ πολλοὺς τόπους, ὁ πατὴρ ἀκούων ἐστέναζεν. πλὴν ὑπὸ σπλάγχνων θορυβούμενος ἀλόγιστα ἐδόκει πυνθάνεσθαι, ὅτι τοσοῦτον μέγεθος θαλάττης ἐρευνᾶν ἐπειρᾶτο. ὅμως συγγνωστὸς ἦν, ὅτι τῇ πρὸς τοὺς ζητουμένους στοργῇ ἐλπίσιν ἐβουκολεῖτο κεναῖς. καὶ δήποτε ὑπὸ φροντισταῖς ποιήσας μὲ καὶ εἰς Ῥώμην καταλείψας δωδεκαετῆ αὐτὸς δακρύων εἰς Πόρτον κατελθὼν καὶ εἰς πλοῖον ἐμβὰς, ἀναχθεὶς ἐπὶ τὴν ζήτησιν ἐπορεύθη. καὶ ἔκ τοτε εἰς τὴν σήμερον ἡμέραν οὔτε γράμματα ἐδεξάμην παρ’ αὐτοῦ, οὔτε εἰ ζῇ ἢ τέθνηκεν σαφῶς ἐπίσταμαι. μᾶλλον δὲ ὑπονοῶ, ὅτι καὶ αὐτὸς τέθνηκέν που ἢ ὑπὸ λύπης νικηθεὶς ἢ ναυαγίῳ περιπεσών. τοῦτο δὲ δεῖγμα, ὅτι ἤδη λοπὸν ἔκ τοτε εἰκοστὸν ἕτος ἐστὶν, ἀφ’ ἦς οὐδεμίαν τινὰ περὶ αὐτοῦ ἀλήθειαν ἤκουσα.