Ancient Greek
Section 8
Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita 8
Not analysed yet
Ταῦτα ἐγὼ λέγων περὶ ἄλλων καὶ ἐμαυτῷ ὡμίλησα λέγων· τί ἄλλους μέμφομαι ἐν τῷ αὐτῷ τῆς ἀμελείας ὑπάρχων ἐγκλήματι; ἀλλ’ εἰς Ἰουδαίαν ὁρμήσω, πρότερον τὸν ἐμὸν διαθεὶς βίον· καὶ δὴ οὕτως βουλευσαμένου μου, πολὺς ὁ τῆς παρολκῆς ἐγένετο χρόνος, τῶν βιωτικῶν πραγμάτων δυσεκλύτων ὄντων· πέρας γοῦν συννοήσας ὡδήποτε τὴν τοῦ βίου φύσιν, ὅτι ἐλπίδι ἐκπλοκῶν τοὺς σπεὺδοντας ἐνεδρεύει, οὐ μὴν ἀλλὰ καὶ ὄν ποτε εἰσεκλάπην χρόνον ἐλπίσι δονούμενος, καὶ ὅτι οὕτως ἀσχολούμενοι οἱ ἄνθρωποι ἀποθνήσκομεν, τὰ πάντα μου ὡς ἔτυχεν ἀφεὶς εἰς Πόρτον ὥρμησα. καὶ εἰς τὸν λιμένα ἐλθὼν καὶ ἀναχθεὶς ἀνέμων ἔχθραις, ἀντὶ τοῦ εἰς Ἰουδαίαν, εἰς Ἀλεξανδρείαν ἠνέχθην. καὶ ἀνέμων ἀπορίᾳ ἐπισχεθεὶς ἐκεῖ συνεφοίτων τοῖς φιλοσόφοις, καὶ τὰ τῆς φήμης μετὰ τοῦ ἐν Ῥώμῃ φανέντος ἔλεγον τοὺς λόγους. οἱ δὲ ἀπεκρίναντο, ὅτι μὲν ἐν Ῥώμῃ φανέντα οὐκ ἴσμεν, περὶ δὲ τοῦ ἐν Ἰουδαίᾳ γενομένου καὶ υἱοῦ θεοῦ ὑπὸ τῆς φήμης λεγομένου, παρὰ πολλῶν τῶν ἐκεῖθεν ἐληλυθότων ἠκούσαμεν, καὶ περὶ πάντων, ὧν λαλῶν ἐποίει θαυμασίων ἐμάθομεν.