Ancient Greek
Section 9
Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita 9
Not analysed yet
Ἐμοῦ δὲ εἰπόντος· ἤθελόν τινι συντυχεῖν τῶν ἑωρακότων αὐτὸν, εὐθὺς ἦγόν με λέγοντες· ἔστιν τις ἐνταῦθα, οὐ μόνον ἱστορήσας αὐτὸν, ἀλλὰ καὶ τῆς ἐκεῖθεν γῆς ὑπάρχων, ἀνὴρ τίμιος ὀνόματι Βαρνάβας, ὃς καὶ ἕνα τῶν αὐτοῦ μαθητῶν ἑαυτὸν εἶναι λέγει, καὶ ἐνταῦθά που καθεζόμενος τῆς ἐκείνου ὑποσχέσεως τοὺς λόγους τοῖς βουλομένοις ἑτοίμως λέγει. καὶ δὴ συνῆλθον αὐτοῖς. καὶ ἐλθὼν σὺν τῷ παρεστῶτι ὄχλῳ ἔστην ἐπακούων τῶν λόγων. καὶ συνενόουν τὰ ἀληθῆ οὐ διαλεκτικῇ τέχνῃ λέγοντα, ἀλλὰ ἀκάκως καὶ ἀπαρασκευάστως ἐκτιθέμενον, ἅτε ἤκουσε καὶ ἑώρακε τὸν τοῦ θεοῦ φανέντα υἱὸν πεποιηκέναι τε καὶ εἰρηκέναι. πολλοὺς δὲ μάρτυρας τῶν ὑπ’ αὐτοῦ λεγομένων θαυμασίων τε καὶ λόγων ἐξ αὐτοῦ τοῦ παρεστῶτος ὄχλου παρεῖχεν.