Ancient Greek
Section 92
Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita 92
Not analysed yet
Καὶ εἶθ’ οὕτως ὁ Πέτρος περὶ θεοῦ καὶ τῆς αὐτῷ διαφερούσης πίστεως ὡμίλησε προσθεὶς ἐπὶ τῷ τέλει, ὅτι εἴ τις βούλεται ταῦτα ἀκριβῶς μαθεῖν εἰς Ἀντιόχειαν ἐλθὼν, ὅπου πλείους ἡμέρας περιμένειν ἔκρινα, τὰ πρὸς τὴν αὐτοῦ σωτηρίαν μανθανέτω. εἰ γὰρ δὴ ἐμπορίας ἕνεκα ἢ στρατείας πατρίδα καταλιμπάνειν οἴδατε καὶ εἰς μακροὺς ἀπέρχεσθαι τόπους, διὰ τὴν αἰώνιον σωτηρίαν οὐδὲ τριῶν ἡμερῶν ὁδὸν πορευθῆναι θέλετε; μετὰ μὲν οὖν τὴν προσομιλίαν Πέτρου ἐγὼ τῇ ὑγιασθείσῃ γυναικὶ ἐπὶ παντὸς τοῦ ὄχλου χιλίας δραχμὰς εἰς τροφὰς ἐδωρησάμην, παραθέμενος αὐτὴν ἀγαθῷ τινι ἀνδρὶ, πρώτῳ τῆς πόλεως ὄντι, φύσει μετὰ χαρᾶς τοῦτο ποιεῖν προῃρημένῳ. ἔτι δὲ καὶ ἄλλαις πολλαῖς ἀργύρια διανείμας ταῖς ποτὲ τὴν μητέρα παραμυθησαμέναις, εὐχαριστήσας τῷ κυρίῳ, διέπλευσα εἰς Ἀντάραδον ἅμα τῇ μητρὶ καὶ τῷ Πέτρῳ καὶ τοῖς λοιποῖς ἑταίροις, καὶ οὕτως εἰς τὴν ξενίαν ὡρμήσαμεν.