Ancient Greek
Section 93
Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita 93
Not analysed yet
Γενομένων δὲ ἡμῶν ἐνταῦθα καὶ τροφῆς μεταλαβόντων καὶ συνήθως εὐχαριστησάντων ἔτι ὥρας οὔσης ἔφην ἐγὼ τῷ Πέτρῳ· φιλανθρωπίας ἔργον, κύριέ μου Πέτρε, ἡ ἐμὴ ἐποίησε μήτηρ τῆς ξενοδόχου ὑπομνησθεῖσα γυναικός. καὶ ὁ Πέτρος ἀπεκρίνατο· ἆρά γε, ὦ Κλήμη, ἀληθῶς νενόμικας φιλανθρωπίας ἔργον πεποιηκέναι τήν τε τεκοῦσαν, καθ’ ὃ τὴν ἀπὸ ναυαγίου αὐτὴν ὑποδεξαμένην ἠμείψατο· ἢ ὡς μητρὶ μεγάλα χαριζόμενος τοῦτον εἴρηκας τὸν λόγον; εἰ δὲ οὐχ ὡς χαριζόμενος, ἀλλ’ ὡς ἀληθεύων ἔφης, ἔοικάς μοι ἀγνοεῖν τί ποτέ ἐστι φιλανθρωπίας μέγεθος, ἥτις ἐστὶν ἄνευ τοῦ φυσικῶς πείθοντος ἡ πρὸς οἷον δήποτε στοργὴ, καθ’ ὃ ἄνθρωπός ἐστιν. ἀλλ’ οὐδὲ τὴν ξενοδόχον τὴν ἀπὸ τοῦ ναυαγίου ὑποδεξαμένην τὴν σὲ τεκοῦσαν, φιλάνθρωπον εἰπεῖν τολμῶ. ὑπὸ ἐλέου γὰρ κολακευθεῖσα ἐπέπειστο εὐεργέτις γενέσθαι γυναικὸς ναυαγίῳ περιπεσούσης, τέκνα πενθούσης, ξένης, γυμνῆς, μεμονωμένης καὶ σφόδρα ἐπὶ ταῖς συμφοραῖς ὀλοφυρομένης. ἐν τοσαύταις οὖν αὐτῆς συμφοραῖς οὔσης, τίς καὶ ἀσεβῶν ἰδὼν οὐκ ἂν ἠλέησεν; ὥστε οὕπω φιλανθρωπίας ἔργον πεποιηκυῖα φαίνεται οὐδὲ ἡ ξενοδόχος γυνὴ, ἀλλ’ ὑπὸ ἐλέους τοῦ ἐπὶ μυρίαις συμφοραῖς πρὸς εὐεργεσίαν κεκινημένη. καὶ γὰρ ἡ σὲ τεκοῦσα, βίου εὐπορήσασα καὶ τὴν ξενοδόχον ἀμειψαμένη, φιλανθρωπίας ἔργον οὐκ ἐποίησεν, ἀλλὰ φιλίας; πολλὴ δὲ διαφορὰ μεταξὺ φιλίας καὶ φιλανθρωπίας, ὅτι ἡ μὲν φιλία ἐξ ἀμοιβῆς γίνεται, ἡ δὲ φιλανθρωπία ἄνευ τοῦ φυσικῶς πείθοντος πάντα ἄνθρωπον, καθὸ ἄνθρωπός ἐστι φιλοῦσα εὐεργετεῖ. εἰ μὲν οὖν ἡ ἐλεήσασα ξενοδόχος καὶ ἐχθροὺς ἀδκήσαντας ἐλεοῦσα εὐεργετεῖ, φιλάνθρωπος ἂν εἴη· εἰ δὲ διάτι φίλη ἢ ἐχθρὰ, καὶ διάτι ἐχθρὰ ἢ φίλη, ἡ τοιαύτη τοῦ τινὸς αἰτίου φίλη ἐστιν ἢ ἐχθρὰ, οὐ τοῦ ἀνθρώπου.