Ancient Greek
Section 18
Clemens Romanus, Ἐπιστολὴ Κλήμεντος πρὸς Ἰάκωβον 18
Not analysed yet
XVIII. Ἕνια δὲ καὶ ἀφ᾽ ἑαυτῶν νοεῖν ὀφείλετε, διὰ τὸ αὐτὸν μὴ δίνασθαι ἐν φανερῷ λέγειν διὰ τὰς ἐπιβουλάς· οἷον ἐὰν ἐχθραίνῃ τινί, μὴ ἀναμένετε αὐτὸν εἰπεῖν, τῷ δὲ μὴ προσαμιλλᾶσθε, ἀλλὰ φρονίμως ἕπεσθε αὐτοῦ τῷ βουλήματι, ἐχθροὶ γινόμενοι οἷς ἐχθραίνει, καὶ μὴ ὁμιλοῦντες οἷς μὴ ὁμιλεῖ· ἵνα ἕκαστος, ἐπιδικαζόμενος τοῦ πάντας φίλους ἔχειν, αὐτὸν διαλλάττων σώζηται, τῆς αὐτοῦ ἐπακούων ὁμιλίας. εἰ δέ τις φίλος μὲν ᾖ οἶς αὐτὸς ἐχθραίνει, καὶ λαλεῖ οἷς αὐτὸς οὐχ ὁμιλεῖ, εἷς ἐστιν καὶ αὐτὸς τῶν ὀλοθρεύειν θελόντων τὴν ἐκκλησίαν· τῷ γὰρ σώματι συνὼν ὑμῖν, τῇ γνώμῃ μὴ ὤν μεθ᾽ ὑμῶν, καθ᾽ ὑμῶν ἐστιν, πολλῷ χείρων τῶν ἔξωθεν φαινομένων ἐχθρῶν, μετὰ δοκούσης φιλίας σκορπίζων τοὺς ἔσω.