Ancient Greek
Section 19
Clemens Romanus, Ἐπιστολὴ Κλήμεντος πρὸς Ἰάκωβον 19
Not analysed yet
XIX. Καὶ ταῦτα εἰπὼν ἐν μέσῳ ἐπὶ πάντων μοι τὰς χεῖρας ἐπιθεὶς εἰς τὴν αὑτοῦ καθέδραν καθεσθῆναί με ἐδυσώπησεν. καθεσθέντι δὲ τοῦτό μοι εὐθέως ἔφη ἀξιῶ σε ἐπὶ πάντων μου τῶν συμπαρόντων ἀδελφῶν, ὅπως ὁπόταν τοῦ ἐνταῦθα, ὡς ἐμοὶ ὀφείλεται, ἀπαλλάξω βίου, σὲ Ἰακώβῳ τῷ ἀδελφῷ τοῦ κυρίου διαπέμψαι ἐν ἐπιτομῇ ἀναγραψάμενον μέχρι καὶ τῶν ἐκ παίδων σου λογισμῶν, καὶ ὡς ἀπ᾽ ἀρχῆς μέχρι τοῦ νῦν συνώδευσάς μοι, ἐπακούων τῶν κατὰ πόλιν ὑπ᾽ ἐμοῦ κηρυχθέντων λόγων τε καὶ πράξεων· ἔπειτα πρὸς τῷ τέλει καὶ τὴν τοῦ θανάτου μου πρόφασιν, ὡς προεῖπον, δηλῶσαι μὴ ὀκνήσεις. οὔτε γὰρ λίαν αὐτὸν λυπήσει τοῦτο, εἰδότα ὅτι ὃ πάντως ἔδει με παθεῖν εὐσεβῶς ἀπεδόμην, μεγίστης δὲ παραμυθίας τεύξεται, μαθὼν ὅτι μετ᾽ ἐμὲ ἐκ ἀμαθὴς ἀνὴρ καὶ ζωοποιοὺς λόγους ἀγνοῶν καὶ ἐκκλησίας κανόνα ἐκ εἰδὼς τὴν τοῦ διδάσκοντος ἐπιστεύθη καθέδραν. πλάνου γὰρ ὁμιλία τῶν ἀκεόντων ὄχλων ἀναίρει τὰς ψυχάς.