Ancient Greek
Section 20
Clemens Romanus, Ἐπιστολὴ Κλήμεντος πρὸς Ἰάκωβον 20
Not analysed yet
XX. Ὅθεν ἐγώ, κύριέ μου Ιάκωβε, αὐτοῦ ταῦτα εἰπόντος ὑποσχόμενος οὐκ ὤκνησα, ὡς ἐκελεύσθην, τὸ πολὺ τῶν κατὰ πόλιν λόγων τῶν ἤδη σοι προγραφέντων καὶ ὑπ᾽ αὐτοῦ διαπεμφθέντων ἐν βίβλοις ἐπὶ κεφαλαίων ποιῆσαι, ὥσπερ σημείου χάριν, καὶ ὅτως διαπέμψαι σοι, ἐπιγράψαντα, Κλήμεντος τῶν Πέτρου ἐπιδημιῶν κηρυγμάτων ἐπιτομή. πλὴν τοῦ ἐκτιθέναι ὡς ἐκελεύσθην ἄρξομαι.