Ancient Greek
Chapter 11
Clement of Alexandria, Eclogae propheticae 11
Not analysed yet
Οἱ πρεσβύτεροι σφόδρα ἤχθοντο, εἰ μή τι πάσχοιεν κατὰ τὸ σῶμα ἑκάστοτε· ἐφοβοῦντο γὰρ μή πως ἐνταῦθα οὐ κομιζόμενοι τὰ ἐπίχειρα τῶν ἁμαρτημάτων, ἃ πολλὰ τοῖς ἐν σαρκὶ κατ᾿ ἄγνοιαν παρακολουθεῖ, ἀθρόαν ἐκεῖ κομίσωνται τὴν δίκην, ὥστε ἐνθάδε θεραπεύεσθαι ἠξίουν. φοβητέον ἄρα οὐχὶ νόσον τὴν ἔξωθεν, ἀλλὰ τὰ ἁμαρτήματα, δι᾿ ἃ ἡ νόσος, καὶ νόσον ψυχῆς, οὐ σώματος, ὅτι »πᾶσα σὰρξ χόρτος«, τὰ δὲ σωματικὰ καὶ τὰ ἐκτὸς καλὰ »πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια«.