Ancient Greek
Chapter 12
Clement of Alexandria, Eclogae propheticae 12
Not analysed yet
Τὰ τῆς γνώσεως τὰ μὲν ἤδη μετέχομεν, τὰ δὲ δι᾿ ὧν ἔχομεν βεβαίως ἐλπίζομεν· οὔτε γὰρ πᾶν κεκομίσμεθα οὔτε παντὸς ὑστεροῦμεν, ἀλλ᾿ οἷον »ἀρραβῶνα« τῶν αἰωνίων ἀγαθῶν καὶ τοῦ πατρῴου πλούτου προσειλήφαμεν· τὰ δὲ ἐφόδια τῆς κυριακῆς ὁδοῦ οἱ μακαρισμοὶ τοῦ κυρίου. »ζητεῖτε«. γὰρ εἶπεν, »καὶ μεριμνᾶτε τὴν βασιλείαν τοῦ θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν· οἶδεν γὰρ ὁ πατὴρ ὧν χρείαν ἔχετε. «οὕτως οὐ μόνον τὰς ἀσχολίας, ἀλλὰ καὶ τὰς φροντίδας περιγράφει. »οὐ γὰρ τῇ ἡλικίᾳ«, φησίν, »ἐκ τοῦ φροντίζειν προσθεῖναί τι δύνασθε. «ὁ γὰρ θεὸς οἶδεν σαφῶς τίνα μὲν ἡμῖν ἔχειν, τίνων δὲ ἀπορεῖν συμφέρει. κενώσαντας οὖν σφᾶς αὐτοὺς τῶν κοσμικῶν φροντίδων ἀξιοῖ πληροῦσθαι τῆς εἰς θεόν. »ἡμεῖς γὰρ στενάζομεν ἐπενδύσασθαι ποθοῦντες« τὰ ἄφθαρτα, πρὶν ἐκδύσασθαι τὴν φθοράν. ἐπιχεομένης γὰρ τῆς πίστεως ἀπορρεῖ ἡ ἀπιστία. ὁμοίως καὶ ἐπὶ γνώσεως καὶ δικαιοσύνης. οὐ χρὴ οὖν μόνον κενῶσαι τὴν ψυχήν. ἀλλὰ καὶ πληρῶσαι θεοῦ. οὔτε γὰρ ἔτι κακόν, ἐπεὶ πέπαυται, οὔτε ἤδη ἀγαθόν. ἐπεὶ μηδέπω εἴληφεν· τὸ δὲ μήτε ἀγαθὸν μήτε κακὸν οὐδέν ἐστιν. »ἐπάνεισι γὰρ εἰς τὸν κεκαθαρμένον οἶκον καὶ κενόν«, ἐὰν μηδὲν τῶν σωτηρίων ἐμβληθῇ, τὸ προενοικῆσαν ἀκάθαρτον πνεῦμα. συμπαραλαμβάνον ἄλλα ἑπτὰ ἀκάθαρτα πνεύματα. διὸ κενώσαντας τῶν κακῶν δεῖ πληρῶσαι τὴν ψυχὴν τοῦ ἀγαθοῦ θεοῦ, ὅπερ ἐστὶν οἰκητήριον ἐπιλελεγμένον. πληρωθέντων γὰρ τῶν κενῶν, τότε ἡ σφραγὶς ἐπακολουθεῖ. ἵνα φυλάσσηται τῷ θεῷ τὸ ἅγιον.