Ancient Greek
Chapter 16
Clement of Alexandria, Eclogae propheticae 16
Not analysed yet
Ὥσπερ αἱ θεραπεῖαι καὶ αἱ προφητεῖαι καὶ τὰ σημεῖα, οὕτως καὶ ἡ γνωστικὴ διδασκαλία δι᾿ ἀνθρώπων ἐνεργοῦντος τοῦ θεοῦ ἐπιτελεῖται· ὁ γὰρ θεὸς δι᾿ ἀνθρώπων τὴν δύναμιν ἐπιδείκνυται. καὶ ὀρθῶς ἡ προφητεία φησίν· »καὶ ἀποστελῶ ἐπ᾿ αὐτοὺς ἄνθρωπον ὃς σώσει αὐτούς. «αὐτὸς οὖν ἐκπέμπει ποτὲ μὲν προφήτας. ποτὲ δὲ ἀποστόλους, σωτῆρας τῶν ἀνθρώπων. οὕτως θεὸς δι᾿ ἀνθρώπων εὐεργετεῖ· οὐχὶ γὰρ τὰ μὲν δύναται, τὰ δὲ οὐ δύναται ὁ θεός, οὐδὲ ἀσθενεῖ ποτε ἐν οὐδενί, ἀλλ᾿ οὐδὲ τὰ μὲν ἑκόντος, τὰ δὲ ἄκοντος αὐτοῦ γίνεται, καὶ τὰ μὲν ὑπ᾿ αὐτοῦ, τὰ δὲ ὑφ᾿ ἑτέρου, ἀλλὰ καὶ ἡμᾶς ἐγέννησεν δι᾿ ἀνθρώπων καὶ ἐπαίδευσεν δι᾿ ἀνθρώπων.