Ancient Greek
Chapter 17
Clement of Alexandria, Eclogae propheticae 17
Not analysed yet
Ὁ θεὸς ἡμᾶς ἐποίησεν οὐ προόντας. ἐχρῆν γὰρ καὶ εἰδέναι ἡμᾶς ὅπου ἦμεν, εἰ προῆμεν, καὶ πῶς καὶ διὰ τί δεῦρο ἥκομεν· εἰ δ᾿ οὐ προῆμεν, τῆς γενέσεως μόνος αἴτιος ὁ θεός. ὡς οὖν οὐκ ὄντας ἐποίησεν, οὕτως καὶ γενομένους σῴζει τῇ ἰδίᾳ χάριτι, ἐὰν ἄξιοι καὶ ἐπιτήδειοι φανῶμεν, εἰ δὲ μή, παρήσει πρὸς τὸ οἰκεῖον τέλος· »καὶ γὰρ ζώντων ἐστὶ καὶ νεκρῶν κύριος. «