Ancient Greek
Chapter 2
Clement of Alexandria, Eclogae propheticae 2
Not analysed yet
»Εὐλογημένος εἶ ὁ βλέπων ἀβύσσους, καθήμενος ἐπὶ Χερουβίμ«, ὁ Δανιὴλ λέγει, ὁμοδοξῶν τῷ Ἐνὼχ τῷ εἰρηκότι· »καὶ εἶδον τὰς ὕλας πάσας. «ἄβυσσος γὰρ τὸ ἀπεράτωτον κατὰ τὴν ἰδίαν ὑπόστασιν, περαιούμενον δὲ τῇ δυνάμει τοῦ θεοῦ. αἱ τοίνυν οὐσίαι ὑλικαί. ἀφ᾿ ὧν τὰ ἐπὶ μέρους γένη καὶ τὰ τούτων εἴδη γίνεται. ἄβυσσοι εἴρηνται· ἐπεὶ μόνον τὸ ὕδωρ οὐκ ἂν εἶπεν ἄβυσσον. καίτοι καὶ ὕδωρ ἄβυσσος ἢ ὕλη ἀλληγορεῖται.