Ancient Greek
Chapter 3
Clement of Alexandria, Eclogae propheticae 3
Not analysed yet
»Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν«. τὰ γήινα καὶ τὰ οὐράνια. ὅτι δὲ τοῦτο ἀληθές, εἶπεν ὁ κύριος πρὸς Ὠσηέ· »βάδιζε, λαβὲ σεαυτῷ γυναῖκα πορνείας καὶ τέκνα πορνείας, διότι ἐκπορνεύουσα ἐκπορνεύσει ἡ γῆ ἀπὸ ὄπισθεν τοῦ κυρίου. «οὐ γὰρ τὸ στοιχεῖον λέγει, ἀλλὰ τοὺς ἐπὶ τῷ στοιχείῳ, τοὺς γηγενὲς φρόνημα ἔχοντας.