Ancient Greek
Chapter 22
Clement of Alexandria, Eclogae propheticae 22
Not analysed yet
Ἐπεὶ ἐξ ἑαυτῆς κινεῖται ἡ ψυχή, ἡ χάρις ἡ τοῦ θεοῦ, ὃ ἔχει ἡ ψυχή, τὴν προθυμίαν, ἀπαιτεῖ παρ᾿ αὐτῆς, οἷον ἔρανον εἰς σωτηρίαν· βούλεται γὰρ τῆς ψυχῆς ἴδιον εἶναι τὸ ἀγαθόν, ὃ δίδωσιν αὐτῇ ὁ κύριος, οὐ γάρ ἐστιν ἀναίσθητος, ἵνα φέρηται ὡς σῶμα. τὸ μὲν οὖν ἔχειν τοῦ λαβόντος, τὸ λαβεῖν δὲ τοῦ θελήσαντος καὶ ὀρεχθέντος, τὸ κρατεῖν δὲ ὃ ἔλαβεν τοῦ κρατεῖν μελετήσαντος καὶ δυναμένου. διὰ τοῦτο [ἐπὶ] τῇ ψυχῇ ὁ θεὸς τὴν αἵρεσιν δέδωκεν, ἵνα αὐτὸς μὲν μηνύσῃ τὸ δέον, ἥ δὲ ἑλομένη δέξηται καὶ κατάσχῃ.