Ancient Greek
Chapter 23
Clement of Alexandria, Eclogae propheticae 23
Not analysed yet
Ὥσπερ διὰ τοῦ σώματος ὁ σωτὴρ ἐλάλει καὶ ἰᾶτο, οὕτως καὶ πρότερον μὲν διὰ τῶν προφητῶν, νῦν δὲ διὰ τῶν ἀποστόλων καὶ τῶν διδασκάλων· ἡ ἐκκλησία γὰρ ὑπηρετεῖ τῇ τοῦ κυρίου ἐνεργείᾳ, ἔνθεν καὶ τότε ἄνθρωπον ἀνέλαβεν, ἵνα δι᾿ αὐτοῦ ὑπηρετήσῃ τῷ θελήματι τοῦ πατρός. καὶ πάντοτε ἄνθρωπον ὁ φιλάνθρωπος ἐνδύεται θεὸς εἰς τὴν ἀνθρώπων σωτηρίαν, πρότερον μὲν τοὺς προφήτας, νῦν δὲ τὴν ἐκκλησίαν. τὸ γὰρ ὅμοιον τῷ ὁμοίῳ ἐξυπηρετεῖν κατάλληλον πρὸς τὴν ὁμοίαν σωτηρίαν.