Ancient Greek
Chapter 46
Clement of Alexandria, Eclogae propheticae 46
Not analysed yet
»Πνεύματα· «λέγεται τὰ πάθη τὰ ἐν τῇ ψυχῇ οὐκ ἐξ οὐσίας πνεύματα, ἐπεὶ ἔσται ἐμπαθὴς ἄνθρωπος λεγεὼν δαιμόνων, ἀλλὰ κατὰ τὴν [προ]τροπήν. ἡ γὰρ αὐτὴ ψυχὴ κατὰ μεταβολὰς ἄλλας καὶ ἄλλας ποιότητας κακίας ἀναδεχομένη πνεύματα λέγεται ἀνειληφέναι.