Ancient Greek
Chapter 47
Clement of Alexandria, Eclogae propheticae 47
Not analysed yet
Ὁ λόγος τῆς κτήσεως ἀφίστασθαι οὐ κελεύει, ἀλλ᾿ ἀπροσπαθῶς διοικεῖν τὴν κτῆσιν. ἐπισυμβάντος δέ τινος μὴ ἀγανακτεῖν μηδὲ λυπεῖσθαι μηδὲ ἐπιθυμεῖν κτήσασθαι· τῆς ἐν πάθει γὰρ κτήσεως ἀφίστασθαι κελεύει καὶ πάσης προσπαθείας. Ἡ θεία πρόνοια οὐ καταστρέφει ἐπὶ μόνους τοὺς ἐν σαρκί.