Ancient Greek
Chapter 50
Clement of Alexandria, Eclogae propheticae 50
Not analysed yet
Ἔλεγεν πρεσβύτης ζῷον εἶναι τὸ κατὰ γαστρός. εἰσιοῦσαν γὰρ τὴν ψυχὴν εἰς τὴν μήτραν ἀπὸ τῆς καθάρσεως ηὐτρεπισμένην εἰς σύλληψιν καὶ εἰσκριθεῖσαν ὑπό τινος τῶν τῇ γενέσει ἐφεστώτων ἀγγέλων προγινώσκοντος τὸν καιρὸν τῆς συλλήψεως κινεῖν πρὸς συνουσίαν τὴν γυναῖκα, καταβληθέντος δὲ τοῦ σπέρματος ὡς εἰπεῖν ἐξοικειοῦσθαι τὸ ἐν τῷ σπέρματι πνεῦμα καὶ οὕτως συλλαμβάνεσθαι τῇ πλάσει. †μαρτύριον ὠνόμασεν πᾶσιν. καὶ ὁπηνίκα ἂν εὐαγγελίζωνται οἱ ἄγγελοι τὰς στείρας, οἷον προεισκρίνουσι τῆς συλλήψεως τὰς ψυχάς· καὶ ἐν τῷ εὐαγγελίῳ »τὸ βρέφος ἐσκίρτησεν« ὡς ἔμψυχον. **καὶ αἱ στεῖραι διὰ τοῦτό εἰσι στεῖραι, ὡς ἂν μὴ εἰσκρινομένης τῆς ψυχῆς τὴν τοῦ σπέρματος καταβολὴν συναγούσης εἰς κατοχὴν συλλήψεως καὶ γεννήσεως.