Ancient Greek
Chapter 51
Clement of Alexandria, Eclogae propheticae 51
Not analysed yet
»Οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ. «οἱ οὐρανοὶ λέγονται πολλαχῶς, καὶ οἱ κατὰ διάστημα καὶ περίοδον καὶ ἡ κατὰ διαθήκην τῶν πρωτοκτίστων ἀγγέλων ἐνέργεια προσεχής· κυριωτέρᾳ γὰρ παρουσίᾳ ἀγγέλων αἱ διαθῆκαι ἐνηργήθησαν ἡ ἐπὶ Ἀδάμ, ἡ ἐπὶ Νῶε, ἡ ἐπὶ Ἀβραάμ, ἡ ἐπὶ Μωυσέως. διὰ γὰρ τοῦ κυρίου κινηθέντες οἱ πρωτόκτιστοι ἄγγελοι ἐνήργουν εἰς τοὺς προσεχεῖς τοῖς προφήταις ἀγγέλους διηγούμενοι »δόξαν θεοῦ«, τὰς διαθήκας. ἀλλὰ καὶ τὰ ἔργα τὰ κατὰ τὴν γῆν γενόμενα ὑπ᾿ ἀγγέλων